Ancient Greek
P.Mich. 20 813
Documentary Papyri, P.Mich. 20 813
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων τὸ δ, Ἐπεὶφ ιϛ. Αὐρηλίοις Ὡρίωνι Πτολεμαίου καὶ Ἡσυχίῳ Ἰουλιανοῦ καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς κριθῶν Ἀλεξανδρείας παρὰ Αὐρηλίου Ἰσιδώρου Ὡρίωνος ἀπὸ τοῦ αὐτοῦ Ὀξυρυγχίτου κυβερνήτου πλοίου Πτολεμίνου Εὐλογίου πολιτευομένου μετ’ ἐγγύου τῆς τοῦ γόμου παραδόσεως καὶ τοῦ ἐπενεγκεῖν ἐκ πλήρους ἄποχα γράμματα τοῦ αὐτοῦ καὶ προκειμένου Πτολεμίνου γεούχου τοῦ αὐτοῦ πλοίου. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ προκείμενον πλοῖον ὑπὲρ γενήματος τῆς εὐτυχοῦς πρώτης νέας ἰνδικτίονος κριθῆς νέας καθαρᾶς ἀδόλου καὶ ……ἐκτὸς πάσης αἰτίας καθεστηκυίας μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας -ια, τὸν δὲ γόμον κατενεγκοῦμεν ἐπὶ τὴν Ἀλεξάνδρειαν καὶ παραδώσομεν εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τούτων παραδόσεως ἄποχα γράμματα ὑποδέξασθαι, ἐγὼ δὲ ὁ ἐγγυητής ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν κυβερνήτην παραδόντα τὸν γόμον τοῦτον τῶν κριθῶν καὶ ἐπιφέροντα τὴν ἀποχὴν ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν εἰς τὸ ἐν μηδενὶ μέμψιν περὶ ἡμᾶς ἐκ τούτου γένεσθαι ἢ ἔνοχοι εἶμεν τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Πτολεμῖνος Εὐλογίου πολιτευόμενος ἐγγυῶμαι τὸν προκείμενον κυβερνήτην Ἰσίδωρον ἐπιφέροντα τὴν ἀποχὴν τοῦ προκειμένου γόμου τῶν κριθῶν ἐκ πλήρους ὡς πρόκειται. Αὐρήλιος Ἰσίδωρος Ὡρίωνος παρέλαβον καὶ ἐνεβαλόμην τὰς τῶν κριθῶν καθαρὰς ἀρτάβας -κοσίας ἕνδεκα καὶ παραδώσω πλῆρες ὡς πρόκειται. …δι’ ἐμοῦ Ἰακὼβ …ἔστι δέ· κριθῶν ὑποστάσεως ἐπὶ τὸ αὐτό· οὕτως· α ἰνδικτίωνος πολιτικῶν Θεόδωρος Δημητρίου καὶ Πελαῖος καὶ Παναροῦς ἀρτάβαι β