Ancient Greek
P.Mich. 15 724
Documentary Papyri, P.Mich. 20 815
Not analysed yet
…Εὐσεβίου καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας παρὰ Αὐρηλίου Παήσιος Ὥρου ἀπὸ τοῦ αὐτοῦ Ὀξυρυγχίτου, κυβερνήτου πλοίου Διογένους Διογένους ἀπὸ λογιστῶν μετ’ ἐγγύου τῆς τοῦ γόμου παραδόσεως καὶ τοῦ ἐπενεγκεῖν ἄποχα γράμματα Αὐρηλίου Διογένους Διογένους τοῦ προκειμένου καὶ αὐτοῦ γεούχου τοῦ αὐτοῦ πλοίου. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι παρὰ τῶν ἑξῆς ἐγγεγραμμένων καὶ ἐμβεβλῆσθαι εἰς τὸ προκείμενον πλοῖον ἀπὸ γενήματος τῆς εὐτυχοῦς θ νέας ἰνδικτίωνος σίτου νέου καθαροῦ καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκότος μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας χιη, τὸν δὲ γόμον κατενεγκεῖν ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσω εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τούτων παραδόσεως ἄποχα γράμματα ἐπενεγκεῖν, ἐγὼ δὲ ὁ ἐγγυητὴς ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν κυβερνήτην παραδίδοντα τὸν γόμον τοῦτον τοῦ σίτου καὶ ἐπιφέροντα τὴν ἀποχὴν ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν ἢ ἐμὲ τὸν ἐγγυητὴν ἐπάναγκες ὑποστῆναι πάντα τὰ πρὸς αὐτὸ ζητούμενα περὶ τούτου τοῦ γόμου εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Διογένης Διογένους ἐγγυῶμαι τὸν προκείμενον κυβερνήτην Παῆσιν παραδιδόντα τὸν γόμον τοῦ σίτου καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Παῆσις Ὥρου ὑπεδεξάμην καὶ ἐνεβαλόμην τὸν γόμον σίτου καθαροῦ ἀρτάβας ἑξακοσίας δεκαοκτώ, γίνονται ἀρτάβαι χιη καὶ παραδώσω ὡς πρόκειται. Αυρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. δι’ ἐμοῦ …ἐγράφη.