Ancient Greek
P.Mich. 20 819
Documentary Papyri, P.Mich. 20 819
Not analysed yet
…ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων ὑποδεδέχθαι μὲ τὴν κριθολογίαν παρὰ τῶν ἐμβαλομένων κτητόρων πρὸς τό, εἰ συμβαίη ὃ μὴ εἴοιτο κίνησίν τινα γένεσθαι ἢ ἄλλης τινὸς ῥυπαρίας ὑπὸ τῆς μείζονος ἐξουσίας κριθολογίας ἕνεκεν ἐπάναγκες ἐμὲ τὸν κυβερνήτην ὑποστῆναι καὶ πληρῶσαι τὸ περὶ τούτου ἀποβησόμενον εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. Αὐρήλιος …ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἔσχον τὴν κριθολογίαν ὡς πρόκειται. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.