Ancient Greek
P.Mich. 21 839
Documentary Papyri, P.Mich. 21 839
Not analysed yet
Αὐρήλιος …είτων Πάσιτος ἀπὸ κώμης Φυλακιτικῆς σιτολόγος δ ἰνδικτίωνος Αὐρηλίοις Σουχιδᾷ καὶ Μέλανι ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως χαίρειν. ὁμολογῶ διὰ τῆσδε τῆς ἀσφαλείου παρειληφέναι παρ’ ὑμῶν τὸ ἐκφόριον ὧν ἐγεωργήσατε ἀρουρῶν μ γ ὀνόματος …άσιτος ὁριοδείκτου ἀνακεχωρηκότος ἐπὶ τῆς τετάρτης ἰνδικτίωνος πυροῦ ἐπὶ τὸ αὐτὸ ἀρτάβας ἑκατὸν ἓξ ἥμισυ, γίνονται ἀρτάβαι ρϛ ἥμισυ πλήρης καὶ οὐδένα λόγον ἔχω πρὸς ὑμᾶς περὶ ἄλλου οὐδενός …