Ancient Greek
P.Mich. 21 842
Documentary Papyri, P.Mich. 21 842
Not analysed yet
Πτολλᾶτι τῷ καὶ …ερι… καὶ Ἡρω καὶ τοῖς λοιποῖς πρεσβυτέροις διαδεχομένοις τὰ κατὰ τὴν κωμογραμματείαν κώμης Καρανίδος παρὰ Ἰουλίας …ιας τῆς καὶ Ἀπολλωναρίου μετὰ κυρίου Μάρκου Σεμπρωνίου Σατορνείλου. κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπρωνίου Λιβεραλίου ἀπογράφομαι τὰς ὑπαρχούσας μοι περὶ τὴν προκειμένην κώμην Καρανίδα κλήρου Καράβου ἄρουραν α ἥμισυ τέταρτον ἐν τρισὶ σφραγῖσι …σαν ἐν ἀβρόχῳ. ἔτους κ… Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …