Ancient Greek
P.Mich. 3 181
Documentary Papyri, P.Mich. 3 181
Not analysed yet
Κόττος γραμματεὺς σεσημείωμαι. ἔτους ιε Μεσορὴ θ. Δείῳ τῷ καὶ Ἀπολλωνίῳ καὶ Ἡρώδῃ τῷ καὶ Διογένῃ γεγυμνασιαρχηκόσι βιβλιοφύλαξι ἐγκτήσεων Ἀρσινοείτου παρὰ Ὥρου τοῦ Ὥρου τῶν ἀπὸ κώμης Βακχιάδος τῆς Ἡρακλείδου μερίδος. ἀπογράφομαι κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Φλαουίου Τιτιανοῦ κελευσθέντα εἰς τὴν ἐνεστῶσαν ἡμέραν ὅπερ ἐστὶν ἀπὸ πατρικῆς ἥμισυ μέρος οἰκίας σὺν καὶ τῷ ἀδελφῷ Ὥρου. ἐὰν δέ τι ἐξοικονομῶ, ἀποδείξω ὡς ὑπαρχει.