Ancient Greek
187.r.30 to 187.v.1
Documentary Papyri, P.Mich. 3 187.r.30-187.v.1
Not analysed yet
ὑπογραφεῖς τοῦ Ὡρίωνος Ὡρίων υἱὸς ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ ἐκ δεξιῶν, τοῦ δʼ ἄλλου Ἀμμώνιος Πτολεμαίου ὡς ἐτῶν πεντήκοντα δύο ,οὐλὴ μήλῳ δεξιῷ. ἡ διαίρεσις ἥδε κυρία ἔστω. Ὡρίων Ὡρίωνος τοῦ Μενχήους ὁμολογῶ ἀνενηνοχέναι πρὸς Ὧρον Ὥρου τοῦ Πετεύρεος τὴν διαίρεσιν τῶν προγεγραμμένων μερῶν τῶν οἰκοπέδων καὶ κεκλήρωμαι τὸ τέταρτον μέρος, καὶ ὁ Ὧρος κεκλήρωται τὸ τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόσθεκτον μέρος ὧν ἐστιν αὐτοῦ ἄλλο τριακόσθεκτον μέρος καὶ αὐτοῦ καὶ τοῦ αὐτοῦ ἀδελφοῦ αὐτοῦ ἄλλο δωδέκατον μέρος καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὡρίων υἱὸς διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ὧρος Ὥρου τοῦ Πετεύρεος ὁμολογῶ συνανενηνοχέναι τὴν διαίρεσιν τῶν μερῶν τῶν οἰκοπέδων καὶ κεκλήρωμαι τὸ τρίτον τοῦ δωδεκάτου μέρους, ὅ ἐστιν τριακόσθεκτον μέρος, ὧν ἐστίν μου ἄλλο τριακόσθεκτον μέρος καὶ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου ἄλλο πατρικὸν δωδέκατον μέρος, καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀμμώνιος τοῦ Πτολεμαίου μὴ εἰδότος γράμματα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων β, ἀναγέγραπται διὰ τοῦ πρὸς τῷ γραφείῳ Βακχιάδος καὶ Ἡφαιστιάδος. ὁμολογία ἀλλήλων Ὥρου καὶ Ὡρίωνος διαιρέσεως.