Ancient Greek
P.Mich. 3 193
Documentary Papyri, P.Mich. 3 193
Not analysed yet
Εἰρήνη Ὄρφεως Δόνακι Τεσενούφει Νίκῃ Λεοντίσκωι χαίρειν. ἔχω παρʼ ὑμῶν εἰς τὸν φόρον τῶν τε συκίνων καὶ ῥοίνων καρπῶν ὧν ἐξειλήφατε παρʼ ἐμοῦ εἰς τὸ δ ἔτος τάλαντα δ χαλκοῦ γίνονται ιβ τὰ κατὰ τὴν συγγραφὴν προδεδηλωμένα. ἔρρωσθε. ἔτους δ Μεσορὴ λ. ἐν τῶι ὑπάρχοντί μοι παραδείσωι ελε… νειωι.