Ancient Greek
P.Mich. 3 199
Documentary Papyri, P.Mich. 3 199
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου δευτέρᾳ, Ἐπεὶφ β, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ τοῦ Ἀλεξᾶ ὡς ἐτῶν ξδ, φακὸς μετώπῳ ἐκ δεξιῶν καὶ ποδὶ ἀριστερῷ Ὥρῳ Ὥρου τοῦ Ὥρου ὡς ἐτῶν νβ, οὐλὴ ὀφρύι ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὧν γεωργεῖ αὐτοῦ Ἁρυώτου περὶ τὴν προγεγραμμένην κώμην Βακχιάδαν κλήρου ἀρούρας τέσσαρας ἥμισυ ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν πεδίῳ …λωνι λεγομένῳ, τοῦ Ὥρου ὑπολελογηκότος παρʼ ἑαυτῷ τὰ σπέρματα τῆς τοῦ εἰσιόντος ἑνδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατασπορᾶς, καὶ μηδὲν τὸν ὁμολογοῦντα ἐνκαλεῖν τῷ Ὥρῳ περὶ μηδενὸς ἁπλῶς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ, μενούσης κυρίας τῆς τοῦ κλήρου μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσι. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἡλιόδωρος Ἡλιοδώρου ὡς ἐτῶν νβ οὐλὴ μήλῳ δεξιῷ. Ἁρυώτης Ἀλεξᾶ τοῦ Ἀλεξᾶ ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ὥρου Ὥρου τὸ ἐκφόριον τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ τοῦ κυρίου ὧν γεωργεῖ μου περὶ Βακχιάδα κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους τοῦ Ὥρου ἔχοντος παρʼ αὐτῷ τὰ σπέρματα τοῦ εἰσιόντος ἔτους μενούσης κυρίας τῆς μισθώσεως καθὼς πρόκειται. Ἡλιόδωρος Ἡλιοδώρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.