Ancient Greek
P.Mich. 3 208
Documentary Papyri, P.Mich. 3 208
Not analysed yet
…Πανεσνηοῦτι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων ἐρρωμένον σε εὔχομαι καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. γινώσκειν σε θέλω, ἄδελφε, ὅτι ἔγραψά σοι περὶ τοῦ τοπάρχου καὶ οὐδεμίαν μοι ἀντιφώνησιν ἀντέγραψας. καὶ ἂν μὴ θέλῃ ποίησον δηλῶσαί μοι περὶ πάντων τῶν ἀνηκόντων μοι. ἀσπάζομαι τὴν μητέρα μου πολλὰ καὶ Θάιν τὴν γυναῖκα σου καὶ τὰ ἀβάσκαντά σου παιδία. ἀσπάζετε ὑμᾶς πάντες κατʼ ὄνομα Ἡραίσκος καὶ ἀμμὰς αὐτοῦ καὶ …όδορος καὶ Καλαθοῦς. ἀσπάζετε ὑμᾶς πάντας …. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.