Ancient Greek
P.Mich. 3 211
Documentary Papyri, P.Mich. 3 211
Not analysed yet
Οὐαλέριος Σαμαφεῖ καὶ Ἀκο…ρι χαίρειν. καλῶς ποιήσετε φροντίσαντες τῶν ἡμετέρων μέχρις ἂν παραγένωμαι τοῦ Σεράπιδος θέλοντος. ἐλπίζω τάχιον ἐκπλέξαι καὶ ἀναπλεῦσαι πρὸς ὑμᾶς. οἶδα γὰρ ὑμῶν τὸ σπουδαῖον ἵνα ἀμεριμνότερόν με ποιήσητε, ὑμῖν γὰρ προσέχων ἀμεριμνότερα διάγω. ἀσπάσατε τοὺς ὑμῶν πάντας, καὶ ἀσπάζεται ὑμᾶς Σαραπίων πολλά. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. …πρα…παρὰ Οὐαλερίου