Ancient Greek
P.Mich. 3 216
Documentary Papyri, P.Mich. 3 216
Not analysed yet
Πανίσκος τῇ συμβίῳ καὶ τῇ θυγατρὶ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλόκληρόν ἀπολαβεῖν μετὰ τῆς θυγατρός μου παρὰ τῷ κυρίῳ θεῷ. ἤδη δευτέραν σοι ἐπιστολὴν γράφω ἵνα ἔλθῃς πρὸς ἐμέ, καὶ οὐκ ἦλθας. εἰ οὖν οὐ θέλεις ἐλθεῖν ἀντίγραψόν μοι. ἔνεγκόν μου τὸ ὅπλον τὸ καινὸν καὶ τὸ κασίδιν καὶ τὰ πέντε λογχία καὶ τὰ τοῦ παπυλίωνος. καὶ ἔγραψάς μοι ὅτι ἔπεμψα …ναίσκῳ …οστιχ…νδω …καὶ ἔδωκα τάλαντον Ἀντωνίνῳ ἵνα σοι ἀποδιδῷ. μὴ ἀμελήσῃς οὖν …οὖν ολεεγυν… τῶν στρατιωτῶν καί σ…υ…η…ν. εἰ οὖν ἔχεις σύνεργα ἔνεγκον αὐτὰ καὶ τέμνετε ἐνθάδε. ἀσπάζομαι τὴν θυγατέρα μου πολλὰ καὶ τὴν μητέρα σου καὶ τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι. Παῦνι κβ. καὶ ἔγραψάς μοι ὅτι ἦρκες εἴκοσι τρία ὅπλα, Ταμμῶν οὐδὲν αὐτῶν. κάτω ἔμεινε Τημνᾶς. ἀσπάζομαι ὑμᾶς. ἀπόδος τῇ συμβίῳ παρὰ Πανίσκου ἐν τῷ Παρ…