Ancient Greek
P.Mich. 5 229
Documentary Papyri, P.Mich. 5 229
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοείτου παρὰ Πετσίριος τοῦ Φουλήμιος τῶν ἀπὸ Ταλεὶ τῇ ε τοῦ Τῦβι τοῦ ἐνεστῶτος η ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. ἐμοῦ ὄντος ἐργαζομένου ἐν ᾧ μεμίσθωμαι παρὰ Ἰσχυρίωνος τοῦ Πτολεμαίου περὶ Ταλὶ ἀμπελῶνι, εὗρον ἐπʼ αὐτοφώρωι Πατυνίωνα Ἡρακλίδου καὶ τὸν τούτου υἱὸν …ἐλαύνοντας ἡμιόνους δη… ἐν τοῖς παρεσπαρμένοις λαχάνοις καὶ ἐμοῦ λογοποιουμένου πρὸς αὐτοὺς καὶ ὕβριν μοι ἐπετέλεσαν οὐ τὴν τυχοῦσαν ἔτι δὲ καὶ ἐκ τοῦ τοιούτου ἔδωκάν μοι ἀφειδέστερα πληγὰς πλήρεις εἰς τὰ παρατυχόντα μέρη τοῦ σώματος καὶ προσέπεσον μοι εἰς τὴν πλευρὰν τοῖς γρόνθοις ὥστε νῦν κατακλινῆ εἶναι καὶ κινδυνεύειν τῷ ζῆν. διὸ ἀξιῶ γράψαι τῷ τῆς Ταλεὶ ἀρχεφόδῳ ἐκπέμψαι τοὺς ἐνκαλουμένους ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει. ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι θ. Πετσῖρις ὡς ἐτῶν με ἀναφάλαντος οὐλὴ ὀφρύι ἀριστερᾷ ἄκρᾳ παρὰ ταρσόν. ὑπόμνημα Ταλίτου Πετσίρειος.