Ancient Greek
241.36 to 241.45
Documentary Papyri, P.Mich. 5 241.36-45
Not analysed yet
καὶ δεόντων καὶ ἱματισμοῦ ὄντων πρὸς τοὺς ὁμολογοῦντας, καὶ μετὰ τὸν χρόνον ἀπολυθήσονται οἱ ὁμολογοῦντες τῆς προκειμένης παραμονῆς. ὑπογραφεὺς τῶν ὁμολογούντων Λυσίμαχος Λυσιμάχου ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν. ἐδάνεισεν Σαμβαθίων Σαμβαθίωνος ὡς ἐτῶν μϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ Λακιάνι Λακιάνιος ἐπικαλουμένου Σκαπανέως Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν β… οὐλὴ γονατίῳ ἀριστερῷ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ἑκατὸν τόκου δραχμῆς α τῆι μνᾷ τὸν μῆνα ἕως τοῦ ἀποδοῦναι ἐν Μεχεὶρ τοῦ γ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Λυσίμαχος Λυσιμάχου ὡς ἐτῶν κβ οὐλὴ προσώπῳ ἐξ ἀριστερῶν.