Ancient Greek
P.Mich. 5 250
Documentary Papyri, P.Mich. 5 250
Not analysed yet
δ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. Μεσορῆι ἐπαγομένων ε. ἐκδόσιμον …Ὀρσεῦς Πατύνιος μητρὸς Τασώκιος γέγονε εἴς με ἡ προκειμένη πρᾶσις ἐνάτου μέρους ψιλοῦ τόπου καθὼς πρόκιται. ἔγραψεν καὶ ὑπὲρ αὐτοῦ Διόδωρος Ἡρακλήου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Χαίρεις Ἀπολλωνίου μητρὸς Θενοβέστιος καὶ ἡ γυνή μου Τααγόρεις Παπνεβτύνιος μητρὸς Ἡραεῖτος ὁμολογοῦμεν ὁ μὲν Χαίρεις πεπρακέναι κατὰ Αἰγυπτίας συνγραφὰς Ὀρσεῦτι Πατύνιος μητρὸς Τασούκιος τὸ ὑπάρχον μοι ἔνατον μέρος ψιλοῦ τόπου περιτετειχισμένου καὶ τῶν συγκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων ἐν Ταλεὶ τῆς Πολέμονος μερίδος, ὧν γείτονες τοῦ ὅλου ψιλοῦ τόπου νότου κοινὴ εἴσοδος καὶ ἔξοδος, βορρᾶ Παπνεβτύνιος τοῦ Φάσιτος οἰκία καὶ αὐλή, λιβὸς Κολλούθου τοῦ Πατύνιος τόπος, ἀπηλιώτου ῥύμη βασιλική· καὶ ἀπέχω τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον. Τααγόρεις δὲ ἡ προγεγραμμένη τοῦ Χαίρειτος γυνὴ εὐδοκῶ τῇ πράσει καὶ μὴ ἐπελεύσασθαι ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ τὰ ἄλλα ποιήσομεν καθότι πρόκιται. Χαίρεις γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. Χαίρεις ἐτῶν λγ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Ὀρσεῦς ἐτῶν μ οὐλὴ δακτύλῳ τρίτῳ χειρὸς ἀριστερᾶς Ταακιᾶρις ἐτῶν λ οὐλὴ πήχει δεξιῷ.