Ancient Greek
P.Mich. 5 252
Documentary Papyri, P.Mich. 5 252dupl
Not analysed yet
Ἀπολλώνιος καὶ Δίδυμος ἀμφότεροι Ἀπολλωνίου ὁμολογοῦμεν παρακεχωρηκέναι Ζήνωνι Πτολεμαίου ὥστε αὐτῶι καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτοῦ εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τοῦ ὑπάρχοντος ἡμῖν πατρικοῦ κατοικικοῦ κλήρου περὶ Ταλεὶ τῆς Πολέμωνος ἀπὸ ἀρουρῶν τεσσάρων ἢ ὅσοι ἐὰν ὦσι ἀρούρας δύο ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους σὺν τῶι ἐφετείωι κριθίνωι σπόρωι, καὶ παραδώσομεν σχοινίωι ἐνενηκονταεξαπήχει τῶι πρὸς τῇ ἐπὶ τοῦ Φρεμεὶ κρηπῖδι πήχει ξυλικῶι τεκτονικῶι τελείωι· ὧν γείτονες τῶν παρακεχωρημένων ἀρουρῶν δύο νότου Ταορσεῦτος τῆς Χαιρήμωνος κλῆρος ἀνὰ μέσον ὄντος ἐξομβριστῆρος, βορρᾶ Μυσθαρίωνος τοῦ Πύρρου ἀμπελὼν καὶ Ἀλκίμου κλῆρος, λιβὸς ἡμῶν αἱ λοιπαὶ ἄρουραι δύο ,ἀπηλιώτου τοῦ πριαμένου Ζήνωνος κλῆρος ἐφʼ ὧι τὸν ποτισμὸν καὶ τὴν ἔκχυσιν ποιήσεται κατὰ τὴν ἔτι ἄνωθεν συνήθειαν. καὶ ἀπέχομεν τὸ παραχωρητικὸν ἀργυρικὸν κεφάλαιον καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἐπιγραφῶν καὶ ἀρταβείας καὶ ναυβίων καὶ ἀριθμητικῶν καὶ τῶν ἄλλων πάντων εἰδῶν τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τοῦ δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καὶ αὐτοῦ τοῦ δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ τοῦ Ἀπολλωνίου γυνὴ Ταπάεις ἡ καὶ Ταπιτῦνις Πετεεῦτος καὶ ἡ τοῦ Διδύμου γυνὴ Ταορσεῦς Μιεῦτος μετὰ κυρίου ἑκατέρας τοῦ ἀνδρὸς καὶ μὴ ἐπελεύσεσθαι. ἔγραψεν ὑπὲρ αὐτῶν Ἡρώδης Ἡρώδου διὰ τὸ τὸν μὲν Ἀπολλώνιον μὴ εἰδέναι γράμματα, τὸν δὲ Δίδυμον βραδύτερον γράφειν. Δίδυμος Ἀπολλωνίου ἐπιτέταχα γράφειν ἐπὶ τοῖς προκιμένοις καὶ συναπέχω καὶ συνβεβαιώσω καθὼς πρόκιται. Ζήνων Πτολεμαίου γέγονε εἴς με ἡ παραχώρησις τῶν δύο ἀρουρῶν τῶν κατοικικῶν σεπιπαστυπροσκανης.