Ancient Greek
P.Mich. 5 266
Documentary Papyri, P.Mich. 5 266
Not analysed yet
Λυσίμαχος Λυσιμάχου τῇ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ μου ἀδελφῇ Ἡρῶι μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Ἡρώδου τοῦ Πτολεμαίου χαίρειν. ὁμολογῶ ἐπάναγκον ὁπηνίκαν ἐάν μοι συντάσσῃς καταγράφειν σοι διὰ τοῦ ἐν Τεβτύνει γραφείου τὸν ὑπάρχοντα μοι περὶ Ἰβιῶνα Εἰκοσαπενταρούρων ἀμπελῶνα ἀναδενδρατικὸν ἀρούρης μιᾶς ἡμίσους ὅνπερ ἐώνημαι παρὰ Διδύμου τοῦ ἀμφοτέρων ἀδελφοῦ, ὄντος δέ σου ἀνδρός, ἐμοῦ μηθὲν ἁπλῶς λαμβάνοντος, μηδεμιᾶς βεβαιώσεως ἐξακολουθούσης πλὴν τῶν ἐξ ἐμοῦ ἢ ἐκ τοῦ ἐμοῦ ὀνόματος ἐπελευσομένων. ἡ χεὶρ ἥδε κυρία ἔστω. ἔτους δευτέρου Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ ε. Ἡρακλείδης Μάρωνος ὁμολογῶ παρέξεσθαί με τὴν θυγατέραν μου Ἀρσινόην εὐδοκοῦσαν τῆι πράσει ὁπότε ἐὰν τελῆται καθὼς πρόκιται μηθὲν λαμβάνουσαν. ἔτους β Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ ε χειρόγραφον …Λυσᾶτος ἀμπελῶνος ἀρούρης α 𐅵