Ancient Greek
P.Mich. 5 281
Documentary Papyri, P.Mich. 5 281
Not analysed yet
Ἡρώδης ὃς καὶ Ἡρακλείδης Λυσιμάχου ὁμολογῶ παρακεχωρηκέναι Εὐδαιμονίδι Ἡρώδου κατὰ δὲ τὴν ὁμολογίαν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι μητρικὴν παιδίσκην δούλην ᾗ ὄνομα Θαεισάριον, ὡς ἐτῶν τριάκοντα δύο ,μέσην μελίχροῦν μακροπρόσωπον εὐθυρίνην, οὐλὴ προσώπῳ, ταύτην τοιαύτην ἀναπόρριφον πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου. καὶ ἀπέχω παρὰ τῆς Εὐδαιμονίδος τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει πλὴν δρασμοῦ, καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται.