Ancient Greek
P.Mich. 5 290
Documentary Papyri, P.Mich. 5 290dupl
Not analysed yet
Ταμύσθα Ὀρσεῦτος μητρὸς Ταπετθεῦτος μετὰ κυρίου τοῦ ἀνδρός μου Πουλέμωνος τοῦ Διονυσίου μητρὸς Ταανουβίωνος ὁμολογῶ πεπρακέναι Διονυσίῳ Πολέμωνος μητρὸς Ταμύσθας τὰ ὑπάρχοντά μοι μέρη δύο ἀπὸ μερῶν πέντε πατρικῆς οἰκίας διστέγου καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων ἐν Ταλεί· ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς νότου καὶ ἀπηλιώτου πρότερον Νικολάου αὐλή, βορρᾶ κοινὴ εἴσοδος καὶ ἔξοδος, λιβὸς Διδύμου γερδίου οἰκία. καὶ ἀπέχω τὴν τιμὴν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ὀννῶφρις Μαρσισούχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Διωνύσιος Πολέμωνος μητρὸς Ταμύσθας γέγονε εἴς με ἡ πρᾶσις καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Πάτρων Ἥρωνος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.