Ancient Greek
P.Mich. 5 306
Documentary Papyri, P.Mich. 5 306
Not analysed yet
Ψενοβάστις ὃς καὶ Χαλῆς Θηβαίου μητρὸς Ταγελεῦτος ὁμολογῶ πεπρακέναι Λαβήσει Λαβήσιος μητρὸς Ἀρσινόης ἀπὸ τῆς ὑπαρχούσης μοι αὐλῆς, ἐκ τοῦ πρὸς ἀπηλιώτου μέρους τῆς αὐλῆς, πήχεις τρεῖς ,ἐν τῶι ἐνόντι τείχει, διατείνοντας νότου ἐπὶ βορρᾶ πήχεις δέκα πέντε παλαιστὰς πέντε ,ἐκ δὲ τοῦ πρὸς νότου μέρους ὁμοίως τῆς αὐτῆς αὐλῆς μου νότου ἐπὶ βορρᾶ πήχεις ἓξ δίμοιρον λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις ὀκτὼ παλαιστὰς πέντε ,ἐπὶ δὲ ἁπάντων πήχει ξυλικῶι τεκτονικῶι τελείωι· γείτονες νότου Ἡρακλήου τοῦ Ἀφροδισίου οἰκία καὶ ἐπί τι μέρος Παπνεβτύνιος τοῦ Παανούφεως οἰκία, βορρᾶ τοῦ ἀποδομένου Χαλήους τόποι, λιβὸς Παπνεβτύνιος Παανούφιος οἰκία καὶ ἐπί τι μέρος τοῦ αὐτοῦ Χαλήους τόποι, ἀπηλιώτου τοῦ πριαμένου Λαβήσιος τόποι. καὶ ἀπέχω παρὰ τοῦ Λαβήσιος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ παντὸς εἴδους. εὐδοκοῦσι δὲ ἡ γυνή μου Τααρμιῦσις Ἁρμιύσιος καὶ Ὀρσενοῦφις τοῦ Ὀρσενούφιος καὶ ἡ τοῦ Ὀρσενούφιος γυνὴ Θερμοῦθις Μέρσιος τῇ πράσει ταύτηι καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν ἅπαντα χρόνον μηδʼ ἐνκαλέσειν μηδὲ ἄλλον ὑπὲρ αὐτῶν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Εὔτυχος πρεσβύτερος Εὐτύχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.