Ancient Greek
321.ctr.18 to 321.ctr.24
Documentary Papyri, P.Mich. 5 321.ctr.18-24
Not analysed yet
διαγράψει τὰ ὑπὲρ τῶν ἀρουρῶν δύο δημόσια ἅπαντα καὶ χορηγήσει μοι ἐφʼ ὃν χρόνον περίειμι ἀπὸ τοῦ νῦν κατʼ ἔτος ὁ αὐτὸς Νεστνῆφις ὃς καὶ Ἰσχυρίων ἀεὶ ἐν μηνὶ Δρουσιλλέωι εἰς λόγον τροφείων καὶ μετρημάτων πυροῦ νέου καθαροῦ ἀδόλου ἀρτάβας δέκα δύο μέτρῳ ἑξαχοινίκῳ τοῦ ἐν Ταλεὶ ἑρμηνέως, καὶ κατʼ ἔτος εἰς λόγον ἱματισμοῦ καὶ ἐλαίου καὶ δαπάνης ἀργυρίου δραχμὰς δέκα δύο ,καὶ διαγράψει τὰ ὑπὲρ ἐμοῦ δημόσια ἅπαντα αὐλητικῆς τε καὶ πρὸς μουσικήν. ἐφʼ ὃν δὲ χρόνον περίειμι μὴ ἔχειν με τὸν Ὀρσέα τὸν καὶ Ἡρώδην τὴν ἐξουσίαν πωλεῖν τι τῶν προκιμένων ὑπαρχόντων πάντων μηδʼ ὑποτίθεσθαι μηδὲ ἐξαλλοτριοῦν μηδὲ ἑτέροις τέκνοις ἀπομερίσαι εἰ μὴ τοῖς προγεγραμμένοις. τὰ δὲ παρὰ ταῦτα παρανομηθησόμενα ὑπʼ ἐμοῦ συνχωρῶ ἄκυρα καὶ ἀπρόσδεκτα εἶναι καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μενέμαχος Ἀλεξάνδρου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.