Ancient Greek
322a.11 to 322a.18
Documentary Papyri, P.Mich. 5 322a.11-18
Not analysed yet
οἰκοπέδων καὶ ψιλῶν τόπων κοινῶν καὶ ἀδιαιρέτων· καὶ ὁμοίως τοῖς αὐτοῖς τρισὶ Ὀννώφρι καὶ Ψύφι καὶ Ψενκήβκι τὸ ὑπάρχον τῷ αὐτῷ Ψύφι τῷ καὶ Ἁρποχρατίωνι ἓν ἥμισον μέρος ἀπὸ μερῶν πέντε ἑτέρων παστοφορίων πέντε κοινῶν καὶ ἀδιαιρέτων ἐντὸς περιβόλων τοῦ ὄντος ἐν Τεβτύνει ἱεροῦ Κρόνου θεοῦ μεγάλου· καὶ ὁμοίως τοῖς αὐτοῖς τρισὶ Ὀννώφρι καὶ Ψύφι καὶ Ψενκήβκι τὴν ὑπάρχουσαν τῷ αὐτῷ Ψύφι τῷ καὶ Ἁρποχρατίωνι ἐντὸς τοῦ ἐκτὸς περιβόλου τοῦ αὐτοῦ ἱεροῦ ἀπὸ λιβὸς τοῦ ἐντὸς τῆς πύλης δρόμου χορτοθήκην λεγομένην πρότερον Μαρεψήμιος λεσώνου, ἐπὶ δὲ τῶν προκιμένων οἰκοπέδων πάντων καὶ παστοφορίων ὁμοίως ἑκάστῳ αὐτῶν Ὀννώφρι καὶ Ψύφι καὶ Ψενκήβκι κατὰ τὸ τρίτον μέρος πλὴν τοῦ προκιμένου καὶ μεμερισμένου τῷ Ὀννώφρι μόνῳ παστοφορίου λεγομένου πρότερον Ἀτέσεως· καὶ τοῖς αὐτοῖς τρισὶ Ὀννώφρι καὶ Ψύφι καὶ Ψενκήβκι τὴν ὑπάρχουσαν τῷ αὐτῷ Ψύφι τῷ καὶ Ἁρποχρατίωνι παιδίσκην δούλην, ᾗ ὄνομα Τύχη ἡ καὶ Ταπάεις, καὶ ταύτης ἔκγονα θηλυκὰ δύο ,αἷς ὀνόματα Θαῆσις καὶ Θαυβᾶς σὺν τοῖς ἐπεσομένοις ἐξ αὐτῶν δουλικοῖς ἐκγόνοις, ὁμοίως ἑκάστῳ αὐτῶν Ὀννώφρι καὶ Ψύφι καὶ Ψενκήβκι κατὰ τὸ τρίτον μέρος ἐπὶ δὲ τῶν προκιμένων τῆς τε ἱερᾶς γῆς ἀρούρης μιᾶς τετάρτου ἑκκαιδεκάτου καὶ οἰκοπέδων πάντων καὶ τοῦ ἑνὸς ἡμίσους μέρους ἀπὸ μερῶν πέντε πατρικῶν παστοφορίων πέντε καὶ χορτοθήκης καὶ παιδισκῶν πάντων κοινῶν καὶ ἀδιαιρέτων πρὸς ἑαυτοὺς τοὺς τρεῖς ,ἐπὶ δὲ πάντων τῶν οἰκοπέδων καὶ παστοφορίων, ὧν αἱ γειτνίαι διὰ τῶν περὶ τούτων οἰκονομιῶν δηλοῦνται· καὶ ὁμοίως μεμερικέναι τὸν αὐτὸν Ψῦφιν τὸν καὶ Ἁρποχρατίωνα ἀπὸ τοῦ νῦν καὶ ταῖς προγεγραμμέναις ἑαυτοῦ θυγατράσι Ταμαρῆτι καὶ Θαυβάστι, τῇ μὲν Ταμαρῆτι ἃς προσενήνοχεν αὐτῇ ἔτι πάλαι ὁ αὐτὸς Ψύφις ὃς καὶ Ἁρποχρατίων, διʼ ἧς ἔθετο ἡ Ταμαρῆς πρὸς τὸν ἑαυτῆς ἄνδρα Μαρεψήμιον Ψύφεως συνγραφῆς τροφίτιδος, περὶ Τεβτῦνιν κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν τῷ ἀπὸ βορρᾶ λεγομένῳ Νουμηνίου κλήρωι, ὧν αἱ γειτνίαι διὰ τῆς συνγραφῆς τροφίτιδος δηλοῦνται·