Ancient Greek
322a.47 to 322a.49
Documentary Papyri, P.Mich. 5 322a.47-49
Not analysed yet
εὐδοκεῖν τῇ ὁμολογίᾳ ταύτῃ, οἷς καὶ ἐξ ἀναγνώσεως πεπείσμεθα καθὼς πρόκιται. Ψοῖφις γέγραφα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα, καὶ ἐπιγέγραμμαι αὐτῆς κύριος. Ταμαρρῆς Μαρσισούχου μετὰ κυρίου τοῦ ἀδελφοῦ μου Πακήβκιος εὐδοκῶ τῇ μεριτείᾳ καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ὀννῶφρις Μαρσισούχου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ πέμπτῃ. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ κώμῃ καὶ Κερκεσούχων Ὤρους γραφείου.