Ancient Greek
326.1.14 to 326.1.26
Documentary Papyri, P.Mich. 5 326.1.14-26
Not analysed yet
ποιήσονται ὅ τε Δίδυμος καὶ Ἡρακλείδης ὃς καὶ Λύρις ὧν κεκληρωμένοι εἰσὶν λοιπῶν ἀρουρῶν ιδ 𐅵,καὶ ἐν τῇ τρίτηι σφραγῖδι τὰς λοιπὰς ἀρούρας ϛ λεγομένας λεσώνου πρότερον Ἡρώδου τοῦ καὶ Ἡρακλείδου Λυσιμάχου· τὸν δʼ αὐτὸν Ἡρακλείδην ὁμοίως λελογχέναι εἰς τὸ καὶ ἐπιβάλλον αὐτῶι μέρος ἀπὸ τῶν προκειμένων ἀμπελώνων περὶ Θεογονίδαν ἀπὸ τοῦ ἐν μιᾷ σφραγῖδι λεγομένου Καλάμου ἀμπελῶνος ἀπὸ ἀρουρῶν γ 𐅵δ η τούτων τὸ τρίτον ὅπερ τυγχάνει ὁ Ἡρακλείδης προπεπρακέναι ἔτι πάλαι· τὸν δʼ αὐτὸν Ἡρακλείδην πρεσβύτερον ὁμοίως λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἐκ τῶν προκειμένων δουλικῶν σώματων δουλικὰ σώματα τρία ,οἷς ὀνόματα Ἡρακλῆν ἐξ Ἀγαθοῦτος καὶ Σαραποῦς σὺν τοῖς ἐξ αὐτῆς ἐσομένοις ἀπὸ τοῦ νῦν δουλικοῖς ἐγγόνοις καὶ τὸν ταύτης ἔγγονον υἱὸν Εὐφρόσυνον· τὸν δὲ Μάρωνα αὐτὸν λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ μὲν τὴν προκειμένην κώμην Τεπτῦνιν ἀρουρῶν ἀπὸ ἀρουρῶν κη 𐅵ἢ ὅσαι ἐὰν ὦσι ἐν δυσὶ σφραγῖσι ἀρούρας ιβ 𐅵δ ἢ ὅσαι ἐὰν ὦσι ἐν δυσὶ σφραγῖσι, ἐν μὲν τῆι πρώτηι σφραγῖδι ἀρούρας ζ 𐅵λεγομένας Θεοφίλου καὶ ἐν τῆι δευτέρᾳ σφραγῖδι τὰς λοιπὰς ἀρούρας ε δ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεινούσας νότου ἐπὶ βορρᾶ αἵ εἰσιν ἀπὸ ἀρουρῶν κα λεγομένου Ἀστραγάλου κλήρου. τὸν δʼ αὐτὸν Μάρωνα ὁμοίως κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἐκ τῶν προκειμένων ἀμπελώνων ἑκτολογουμένου Ἑλληνικοῦ ἀπὸ ἀρουρῶν β τούτων τὸ τρίτον· τὸν δʼ αὐτὸν Μάρωνα ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι καὶ εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἐκ τῶν προκειμένων δουλικῶν σωμάτων δουλικὰ σώματα τέσσαρα ,οἷς ὀνόματα Ἡράκλεια ἡ καὶ Τααρμιῦσις καὶ Νάρκισσος ὀνηλάτης καὶ Λεοντᾶς καὶ Γανυμᾶς· τὸν δὲ Ἡρώιδην καὶ αὐτὸν ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος ἀπὸ τῶν περὶ μὲν τὴν προκειμένην κώμην Τεβτῦνιν ἀπὸ τῶν λοιπῶν ἀρουρῶν ιε 𐅵δ ἀρούρας ε δ ἐν μιᾷ σφραγῖδι αἵ εἰσιν ἐκ τοῦ πρὸς λίβα μέρους ὧν κεκλήρωται ὁ Μάρων ἀρουρῶν διατεινούσας νότου ἐπὶ βορρᾶ· τὸν δʼ αὐτὸν Ἡρώιδην ὁμοίως λελογχέναι καὶ κεκληρῶσθαι ἀπὸ τῶν περὶ Κερκεσοῦχα Ὄρους ἀρουρῶν ἀρούρας η γ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεινούσας νότου ἐπὶ βορρᾶ αἵ εἰσιν ἀπὸ ἀρουρῶν κε ἢ ὅσαι ἐὰν ὦσι· τὸν δʼ αὐτὸν ὁμοίως Ἡρώιδην κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ ἐπιβάλλον