Ancient Greek
P.Mich. 5 327
Documentary Papyri, P.Mich. 5 327
Not analysed yet
……ἐκ δεξιῶν καὶ Πετεεῦς ὡς ἐτῶν β… ὡς ἐτῶν κε οὐλὴ μετώπῳ ἐκ δεξιῶν διῃρῆσθαι πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων τὴν ὑπάρχουσαν τῶι τοῦ Ὀρσενούφιος καὶ Πετεεῦτος πατρὶ καὶ τοῦ δὲ Παχήους ἀδελφῷ τετελευτηκότι Παχῇ σύνπασαν γῆν κοινὴν κλήρου κατοικικοῦ ἀρουρῶν δέκα δύο ἢ ὅσαι ἐὰν ὦσιν ἐν μιᾷ σφραγῖδι, τὸν μὲν Ὀρσενοῦφιν καὶ Πετεεοῦν λελογχέναι εἰς τὸ ἐπιβάλλον ἑαυτοῖς μέρος ἀρούρας ζ, τῶι δὲ Ὀρσενούφι ἀρούρας δύο καὶ Πετεεῦτι τὰς λοιπὰς ἀρούρας ε, ὥστε εἶναι ἐπὶ τὸ αὐτὸ αἱ ἄρουραι ζ, ἐκ τοῦ πρὸς βορρᾶ μέρους τοῦ ὅλου κλήρου διατείνοντος νότου ἐπὶ βορρᾶ ὧν γείτονες τῶν ὅλων ἀρουρῶν ζ νότου αἱ λοιπαὶ ἄρουραι ε, βορρᾶ Παπνεβτύνιος Πετεσο οὗ ἔχεται ὁ κλῆρος κλῆρος, λιβὸς δημοσία διῶρυξ διʼ ἧς ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου Ὧρου Ἁρπαιήους κλῆρος, τὸν δὲ Παχῆν καὶ αὐτὸν λελογχέναι ἀρούρας ε …