Ancient Greek
P.Mich. 5 331
Documentary Papyri, P.Mich. 5 331
Not analysed yet
…ἡμίσους · ἅπαντα μετρήσω καὶ διαγράψω ἄνευ πάσης ἐπιθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ποιῶ καθὼς πρόκιται, ἐκτείσω τὰ βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμα ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῇ ἐπιφερομένη· μένειν δὲ ἐμοὶ τῷ Ἥρωνι ἣν πεποίησαί μοι παραχώρησιν μόνῳ ἀρουρῶν τριῶν κυρίαν καὶ ἔνθεσμον. ἔτους α Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρίου α.