Ancient Greek
350.22 to 350.35
Documentary Papyri, P.Mich. 5 350.22-35
Not analysed yet
Ἀρσινόη Ἡρακλείδου μετὰ κυρίου ἐμοῦ τοῦ ἑαυτῆς ἀνδρὸς Λυσιμάχου τοῦ Λυσιμάχου ὁμολογῶ ἐξίστασθαι τοῖς προγεγραμμένοις μου γονεῦσι Ἡρακλείδῃ νεωτέρῳ Μάρωνος καὶ τῇ μητρὶ Πτολέμᾳ Ἡρώδου πάντων ὧν ἔχουσι καὶ ὧν ἐὰν ἐπικτήσωνται κλήρων τε καὶ ἀμπελώνων καὶ παραδείσων καὶ οἰκοπέδων καὶ δούλων σωμάτων καὶ κτήνων παντοίων καὶ ἐπιπλόων καὶ ἐνδομενείας καὶ ἐνοφειλομένων πάντων καὶ ὧν ἐὰν ἐπικτήσωνται καὶ τῶν καταλειφθησομένων ὑπʼ αὐτῶν καθʼ ὃν δήποτε οὖν τρόπον πλὴν γυναικείων αὐτῆς Πτολέμας σκευῶν καὶ ἱματισμοῦ γυναικείου μόνων διὰ τὸ ἀρκεῖσθαι με ἐπὶ τῶν προσενηνεγμένων μοι ὑπὸ τῶν προγεγραμμένων μου γονέων Ἡρακλείδου καὶ Πτολέμας διʼ ὧν ἔχω συνγραφῶν γαμικῶν πρὸς ἐμὲ τὸν ἄνδρα Λυσίμαχον Λυσιμάχου, ἀλλὰ καὶ τὸν ἐπελθόντα ἢ ἐνκαλέσαντα τῷ Ἡρακλείδῃ ἢ τῇ Πτολέμᾳ ἢ τοῖς αὐτῶν ἀρσενικοῖς τέκνοις ἐκ τοῦ ἐμοῦ τῆς Ἀρσινόης ὀνόματος ἑαυτὴν Ἀρσινόην ἐκδικήσειν τοῖς ἰδίοις δαπανήμασι καὶ ἀνηλώμασι καὶ τὰ ἄλλα ποιήσω καθὼς πρόκειται. Λυσίμαχος γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα καὶ ἐπιγέγραμμαι αὐτῆς κύριος. Ἡρακλείδης νεώτερος Μάρωνος καὶ ἡ γυνή μου Πτολέμα Ἡρώδου μετὰ κυρίου ἐμοῦ τοῦ ἀνδρὸς Ἡρακλείδου γέγονε εἰς ἡμᾶς ἡ ἔκστασις καθὼς πρόκιται. Ἡρακλείδης γέγραφα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα.