Ancient Greek
P.Mich. 5 354
Documentary Papyri, P.Mich. 5 354
Not analysed yet
ἐμοὶ ἴδιον Πτολεμαῖος νεώτερος Ἀκουσιλάου Κρονίωνι Ἀπίωνος νομογράφωι Τεβτύνεως χαίρειν. ἐπειδὴ συνεχρημάτισάς μοι πωλοῦντι Παύσει Πετεύρεως ἥμισον μέρος οἰκίας καὶ αὐλῆς καὶ εἰσόδου καὶ ἐξόδου ἐν Τεβτύνει, ὡς τυγχάνω προσφωνήσας, πρότερον υἱῶν Τεισένξεως τοῦ Πετεσούχου Ἀπουλᾶτος, διὰ τό σε τὸν Κρονίωνα συγκεχρηματικέναι μοι πρὸς τὴν τῶν δημοσίων ἐπανόρθωσιν πρὸς τὸ μηδὲν ἔλαττον τῶι δημοσίῳ ἐπακαλουθῆσαι, ἥν τε ἔσχον παρὰ τοῦ Πεύσειος τιμὴν διαγράψω εἰς τὸ δημόσιον καὶ παρέξομαι ὑμᾶς τόν τε Κρονίωνα καὶ τὸν Παῦσειν ἀπερισπάστους καὶ ἀνεισπράκτους καὶ ἀπαρενοχλήτους κατὰ πάντα τρόπον διὰ τὸ τοὺς τοῦ Τεισένξεως υἱοὺς ἀφανεῖς εἶναι, ἴσους αὐτῶι κοινωνούς, ὀφειλόντων αὐτῶν πλεῖστα δημόσια. καὶ ἐὰν δέ τις ἐγκαλέσῃ ἢ ἐπέλθῃ περὶ τούτων αὐτῶι αὐτὸς ἐκδικήσω τοῖς ἰδίοις δαπανήμασι καὶ ἀνηλώμασι. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῇ ἐπιφερομένη. ἔτους τρεισκαιδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ μιᾷ καὶ εἰκάδι.