Ancient Greek
P.Mich. 6 369
Documentary Papyri, P.Mich. 6 369
Not analysed yet
κωμογραμματεῖ κώμης Βακχιάδος παρὰ Διογένους Λιμναίου ἀπὸ κώμης Καρανίδος. κατὰ τὰ κελευσθέντα ἀπογράφομαι τὰς ὑπαρχούσας μοι περὶ κώμην Βακχιάδα κλήρου κατοικικοῦ ἀρούρας ιδ 𐅵γενηματογραφουμένας ἐπʼ ὀνόματος Πεθέως Ἁτρείου καὶ σωματιζομένας εἰς …ν…αν…υ ἠβροχηκυίας πρὸς τὸ ἐνεστὸς ια ἔτος Αὐρηλίου Ἀντωνείνου. Διογένης ἐπιδέδωκα. ἔτους ια Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἀρμηνιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου.