Ancient Greek
385.r2.33 to 385.v.48
Documentary Papyri, P.Mich. 6 385.r2.33-385.v.48
Not analysed yet
ἔτους πέμπτου καὶ εἰκοστοῦ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν η διέγραψε Σύρῳ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν ἐν κλήρῳ Καρανίδος Γάιος Ἰούλιος Νίγερος παραδείσου κδ ἔτους ἀπομοίρης δραχμὴν μίαν πεντώβολον ἡμιωβέλιον χαλκοῦς 2, γίνονται δραχμὴ α πεντώβολον ἡμιωβέλιον χαλκοῖ 2, ἐλαίας παραγωγῆς ὀβολὸν ἡμιωβέλιον χαλκοῦς 2, ναυβίου ὀβολὸν χαλκοῦς 2, προσδιαγραφομένων διώβολον ἡμιωβέλιον χαλκοῦς 2, ἐπαρουρίου δραχμὴν μίαν διώβολον, γίνεται δραχμὴ α διώβολον, προσδιαγραφομένων ἡμιώβολον χαλκοῦς 2, κολλύβου ἡμιώβολον ,γεωμετρίας κε ἔτους δραχμὰς τέσσαρας τριώβολον, γίνονται δραχμαὶ δ τριώβολον, προσδιαγραφομένων ὀβολὸν ἡμιωβέλιον χαλκοῦς 2. περιγενομένων δραχμὰς ιδ …γίνονται ὀβολοὶ ιϛ. εἰδῶν δραχμὰς θ τετρώβολον ἡμιωβέλιον χαλκοῦς 2, ὅ ἐστιν δραχμαὶ ι χαλκοῖ 6. γίνονται ἐπὶ τὸ αὐτό γίνονται δραχμαὶ κε ὀβολοὶ ι.