Ancient Greek
P.Mich. 6 391
Documentary Papyri, P.Mich. 6 391
Not analysed yet
ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Μεσορὴ κγ Μάρων καὶ οἱ μέτοχοι σιτολόγοι Πτολεμαίδος Νέας μεμετρήμεθα ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους προσόδου διὰ τῶν ἀπὸ Καρανίδος Ὡρίων καὶ Ζώσιμος ἀμφότεροι Τεβέρεως πυροῦ ἀρτάβας ἑβδομήκοντα ἓξ ἥμισυ τρίτον κδ, γίνονται πυροῦ ἀρτάβας οϛ 𐅵γ κδ, ὁμοίως δημοσίων πυροῦ ἀρτάβας δύο ἥμισυ ,καὶ ἐπὶ τῆς ἀρχῆς Θὼθ Κερκεσούχων δημοσίων διὰ τῶν ἀπὸ Καρανίδος πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ ιβ, γίνονται πυροῦ ἀρτάβαι δ 𐅵ιβ.