Ancient Greek
P.Mich. 6 422
Documentary Papyri, P.Mich. 6 422
Not analysed yet
Κυίντῳ Αἰμιλλίῳ Σατουρνείνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Γεμέλλου τοῦ καὶ Ὡρίωνος Γαίου Ἀπολιναρίου Ἀντινοέως καὶ ὡς χρηματίζει γεουχοῦντος ἐν Καρανίδι τοῦ Ἀρσινοείτου νομοῦ τῆς Ἡρακλείδου μερίδος. πρὸ πολλοῦ, κύριε, ὁ ἡμέτερος πατὴρ ἐτελεύτησεν ἐπʼ ἐμοὶ καὶ ἀδελφῇ μου κληρονόμοις καὶ ἀντειλήμμεθα τῶν ὑπαρχόντων μηδενὸς ἐπελθόντος. ὁμοίως δὲ συνέβη καὶ τὸν θεῖόν μου Γάιον Ἰούλιον Λογγεῖνον τελευτῆσαι πρὸ ὀκταετίας καὶ τούτου τὰ ὑπάρχοντα ἐπεκράτησα καὶ συνεκομισάμην τὴν πρόσοδον μηδενὸς κωλύσαντος. νυνὶ δὲ Ἰούλιος καὶ Σώτας ἀμφότεροι Εὐδᾶτος οὐ δεόντως βιαίως καὶ αὐθάδως ἐπεληλύθασι ἐδάφεσί μου μετὰ τὸ τὴν κατασπορὰν ποιήσασθαί με καὶ ἐκώλυσάν με ἐν τούτοις δυνάμει τῇ περὶ αὐτοὺς ἐπὶ τῶν τόπων, καταφρονούντων τὴν περὶ τὴν ὄψιν μου ἀσθένειαν· ὅθεν ἐπὶ σὲ τὸν σωτῆρα κατέφυγον, ἀξιῶν ἐάν σου τῇ τύχῃ δόξῃ ἀκοῦσαί μου πρὸς αὐτοὺς ὅπως δυνηθῶ τῶν ἰδίων ἀντιλαμβάνεσθαι καὶ ὦ ὑπὸ σοῦ τοῦ κυρίου εὐεργετημένος. διευτύχει.