Ancient Greek
P.Mich. 8 464
Documentary Papyri, P.Mich. 8 464
Not analysed yet
Ἀπολλωνοῦς Τερεντιανῶι τῶι ἀδελφῶι χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. γινώσκειν σε θέλω ὅτι ἐπεὶ προέγραψά σοι περὶ τῶν ὑπαρχόντων μοι λοιπὸν οὖν …ατρ…απι…ι ὅτι τὰ ἐκφόρια καὶ τὰ σπέρματα πάντα ἐκβήσονται ὅλως. καὶ μὴ λυποῦ περὶ τῶν τέκνων· καλῶς διάκεινται καὶ εἰς διδάσκαλον παρεδρεύουσι. καὶ περὶ τῶν σῶν ἐδαφῶν κεκούφικα τὸν ἀδελφόν σου δύο ἀρτάβας ἀπὸ τῶν ἐκφορίων. λοιπὸν οὖν ἀπολαμβάνομαι παρʼ αὐτοῦ πυροῦ ἀρτάβας ὀκτὼ καὶ λαχανοσπέρμου ἀρτάβας ἕξ. καὶ μὴ λυποῦ περὶ ἡμῶν καὶ ἐπιμέλου σαυτοῦ. μετέλαβον παρὰ Θερμουθᾶτος ὅτι εὐπόρησας σεαυτῷ ζεῦγος βαλτίων, καὶ ἐχάρησα πολλά. καὶ περὶ τῶν ἐλαιώνων εὐκαρποῦσι τὰ ἕως σήμερον. καὶ θεῶν θελόντων ἐὰν δυνηθῇ παραβαλεῖν πρὸς ἡμᾶς. καὶ ἐρρῶσθαί σε βούλομαι καὶ ἀσπάζονταί σέ σου τὰ παιδία καὶ πάντες οἱ σοί. ἔρρωσο. ἔτους β Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμενὼθ κ. …ἀπόδος Ἰουλίωι Τερεντιανῶι στρατιώτηι.