Ancient Greek
P.Mich. 8 487
Documentary Papyri, P.Mich. 8 487
Not analysed yet
Ἀπολλινάριος Σεμπρωνίωι τῶι τιμιωτάτωι ἀδελφῶι χαίρειν. γενάμενος ἐν Ῥώμῃ ἐπέγνων σε ἐκεῖθεν, ἐξεληλυθέναι πρὸ τοῦ με ἐλθεῖν, καὶ λίαν ἐλυπήθην διὰ τὸ μὴ τεθεωρηκέναι σε. ἀλλὰ νῦν παρακαλῶ δῆλόν μοι ποιήσῃς ἀγωνιῶντι τί πράσσεις. τὰ γὰρ πε…υιου μέχρι νῦν οὔπω βε… ἔπεμψα Ἔρωτα τὸν ἡμέτερον. διὸ ἐρωτῶ συνλαβοῦ αὐτῷ ὅπως διὰ σοῦ εἰς οἶκον διασωθῇ. ἔδωκα γὰρ αὐτῷ εἰς ἀνακομιδὴν δι… κε. ἐάν σοι εὔκαιρον ἦν παράπεμψον ἀνακομίζοντα αὐτὸν …