Ancient Greek
P.Mich. 8 494
Documentary Papyri, P.Mich. 8 494
Not analysed yet
Δίδυμος Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. εἰ μὴ καθʼ ἑκάστην ἡμέραν προσεδόκων σε πάντως ἂν αὐτὸς πάντα ὑπερθέμενος πρὸς σὲ ἦλθον. οὕτως διʼ εὐχῆς ἐστί μοι τό σε ἀσπάσασθαι. Μύστην ύὸν ἀδελφὸν ἡδέως εἶδον καὶ ὡς ἐνεδέχετο ἐφιλανθρώπησα, παρʼ οὗ καὶ κόμισαι ελ…ς καλὰς δύο . πάντως δέ σοι κο… κεράμιον ἢ πέμψω ἢ αὐτὸς ἐρχόμενος ἐνέγκω οὔπω γὰρ ἔρχομαι, ἐὰν ἔτι παρὰ σοὶ μένῃ, ἀσπάσασθαί σε. ἐκομισάμην κεφαλωτοῦ δέσμας τέσσαρας . ἄσπασαί σου τὰ ἀβάσκαντα παιδία καὶ τοὺς φιλοῦντάς σε πάντας. ἔρρωσο. …χ κβ. ἀπόδος Ἀπολλωνίωι ἀπὸ Διδύμου ἀδελφοῦ.