Ancient Greek
P.Mich. 8 497
Documentary Papyri, P.Mich. 8 497
Not analysed yet
Θέων Ἀπολιναρίῳ τῶι τιμιωτάτῳ χαίρειν. εἰ μὴ ἐμάθομεν σὺν θεοῖς σε καλῶς ἐσχηκέναι μεθʼ ἃ γράφεις πεπονθέναι, πάντα ἂν καταλιπόντες ἐσπεύσαμεν πρὸς σέ, σοῦ γὰρ τιμιώτερον οὐδέν ἐστιν. ἀλλὰ καὶ ἐνθάδε ὄντες εὐχόμεθά σοι ὑγίειαν ἀξίῳ ὄντι. Ἀλέξανδρος ὁ κτίστης, παραγενόμενος εὐθέως μετʼ ἄφιξίν σου καὶ καθηγηθεὶς ὡς καὶ διʼ αὐτὸν ἄλλας ἡμέρας ἐπέμεινας παρʼ ἡμῖν ἵνʼ αὐτῷ συνχρονήσῃς, ἐλυπήθη ὅτι σε οὐ κατέλαβεν. καθʼ ὥραν δὲ σοῦ σὺν ἡμῖν ἐμέμνητο …σ…ς ἡμᾶς τιμήσας ……μετὰ πλείστης σπουδῆς κομισθῇ. τὴν οὖν τιμὴν δήλωσόν μοι ἵνα Ἀπολλωνίῳ τῷ ἀδελφῷ μεταβάλωμαι. ἀσπαάζονταί σε οἱ παρʼ ἡμῶν πάντες καὶ αἱ παρʼ ἡμῶν πᾶσαι. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε …α…ρως….