Ancient Greek
P.Mich. 8 502
Documentary Papyri, P.Mich. 8 502
Not analysed yet
Ἐπεὶφ …Οὐαλέριος Γέμελλος Οὐαλερίῳ …πλεῖστα χαίρειν. πρὸ παντὸς ὑγιαίνειν σε εὔχομαι καὶ τὸ προσκύνημά σου ἀδιαλείπτως ποιούμενος παρὰ τοῖς τριχώμασι ἐν Κοπτῷ. ἐρωτῶ σε γράψαι μοι καὶ οἱ θεοί σε τὸ αὐτὸ ἐρωτῶσι. εἴπερ …σε ἀγνοῶ ὀφείλεις μοι συνχωρεῖν τοῦτο μόνον. παρακληθείς, ἄδελφε, διαλλάγηθί μοι ὅπως χρήσωμαι καὶ ἐν τῇ στρατείᾳ τῇ σῇ παρρησίᾳ. τὸ δὴ λοιπὸν μὴ εἶχές με μηδʼ ἑξῆς ἀδελφῷ ἐξ οὗ ἐπεξενώθην; ἀλλʼ ἔχω σε δίκην ὁσίου ἀδελφοῦ ὡς τὸν Σάραπιν. μάλιστα δέ τις ἄλλη ἐλπὶς οὐκ ἔστιν ὡς ἡ παρρησία τῶν ἀδελφῶν καὶ τῶν ἰδίων. μὴ οὖν ἄλλως ποιήσῃς ἀλλὰ δήλωσόν μοι περὶ τῆς σωτηρίας σου, καὶ πείσῃς τὴν μητέρα. καλῶς ποιήσεις γράψαι μοι καθώς σε ἠρώτησα. ἐρρῶσθαί σε εὔχομαι. πρὸ παντὸς εὐχαριστῶ μου τῇ ἀδελφῇ καὶ κυρίᾳ μου Θερμουθαρίῳ παρὰ θεοῖς καὶ …τὴν σὴν σωτηρίαν. ἄσπασαι Ἰσα… ἐρρωσθ.