Ancient Greek
P.Mich. 8 515 Vo
Documentary Papyri, P.Mich. 8 515
Not analysed yet
…τὸν ἐργάτην τῆς Ἰβιῶνος ἀπάλλαξον ἀναβαίνων. τὸ γὰρ πρὸς ἀναπλεῦσαι ἔμβα, ὡς εἴρηκας. κυρίῳ μου ἀδελφῷ Ἀγήνωρι Νεῖλος χαίρειν. καλῶς ποιήσεις, κύριέ μου, συνάρασθαι τῷ ἀναδιδόντί σοι τὰ γράμματα, ἐπειδὴ ὁ ἐπιστήκων Ἀνουβίων κατέχει αὐτὸν ὡς αὐτοῦ ἀποδράσαντος τῶν χρόνων Καστορίωνος, σοῦ ἀλύπου ὄντος ὑπὸ αὐτοῦ, εἶπέ μοι γὰρ ὅτι εἴ τι βούλεται διδῶ αὐτῷ, καὶ διὰ τοῦτο ἔγραψά σοι. ἐὰν γὰρ σὺ θελήσῃς, γείνεται αὐτοῦ τὸ ἔργον. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.