Ancient Greek
P.Mich. 8 518
Documentary Papyri, P.Mich. 8 518
Not analysed yet
κυρίῳ μου συνβίῳ Ἀεῖτι Ἀπίωνος χαίρειν καὶ Κοπρῆτι Παλήμονος χαίρειν. ἂν δυνασθῇ καὶ ἤδη ἐλθεῖν πρὸς ἡμᾶς ὅτι πολλὰ βασανίζουσιν ἡμᾶς, ἵνα εὑρίσκῃς τὸ ποιοῦσιν ἡμᾶς καὶ τὸν κλῆρων τὸν ἐμὸν καταλαμβάνῃς. πῶς ἵνα μὴ ἀφῶσιν αὐτὸν ἀπὸ σπορᾶς· δὸς αὐτὸν ἐπὶ γεωργίας. ἐσὺ δὲ Ἀεῖς μὴ ἀμελήσῃς. κατάλαβέ με μετὰ τὸ εὑρίσκεις ἐπὶ τῆς πόλεως, ἀλλὰ πῶς μὴ ἀμελήσῃς.