Ancient Greek
P.Mich. 8 521
Documentary Papyri, P.Mich. 8 521
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἰσιδώρῳ Κλαυδιανός. τὰ τριάκοντα χρύσινα ἅπερ παρεσχόμην ὑπὲρ σοῦ τῷ κυρίῳ μου Εὐξιθέῳ καὶ τὰ ἄλλα πέντε τὰ ἀπὸ λόγου τοῦ σίτου καὶ τὰ ἄλλα τρία τὰ ἀπὸ λόγου τῆς φοράδος καὶ τὸν ἄλλον ἕνα τὸν ἀπὸ λόγου τῆς καμήλου, θέλησον παρασχεῖν Χρήστῳ. εἰ δὲ μὴ τοῦτο ποιήσῃς γίγνωσκε ὡς ὅτι πάσας τὰς εὐεργεσίας ἃς διεπραξάμην εἴς σε ἐπαναλῦσαι ἔχω. τὰ δὲ ἄλλα δεκατέσσερα μέτρα τοῦ λινοσπέρμου θέλησον παρασχεῖν τῷ αὐτῷ Χρήστῳ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.