Ancient Greek
P.Mich. 9 545
Documentary Papyri, P.Mich. 9 545
Not analysed yet
ἀντίγραφον χειρογραφίας Σαραπᾶς Σαραπᾶτος τοῦ Πεθέως τῶν ἀπὸ κώμης Καρανίδος Δείωι καὶ Ἰσιδώρωι κατασπορεῦσι Ἀρσινοίτου Ἡρακλείδου μερίδος. ὀμνύω Αὐτοκράτορα Καίσαρα Δομιτιανὸν Σεβαστὸν Γερμανικὸν εἶ μὴν γεωργήσειν ἀπὸ τοῦ ἐνεστῶτος η ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τὰς πρότερον Ἀνούπιος περὶ Πατσῶντιν δημοσίας γῆς ἀρούρας δ ἐν δυσὶ σφραγῖσι καὶ μετρήσειν με τὰ ἐξακολουθοῦντα ἐκφόρια καὶ τὰ ἄλλα, ἢ ἔνοχος εἴην τῶι ὅρκῳ. ἔγραψεν ὑπὲρ αὐτοῦ ὁ τῆς Καρανίδος νομογράφος. Σαραπᾶς ὡς ἐτῶν κα οὐλὴ μετώπῳ ἐκ δεξιῶν. ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ …