Ancient Greek
P.Mich. 9 548
Documentary Papyri, P.Mich. 9 548
Not analysed yet
Αὐρήλιος Παῦλος ἱπποκόμος τῶν ἀπὸ τῆς πόλεως ὑπηρεσίας ταμιακῶν ἵππων Αὐρηλίοις Ἀλεξάνδρῳ καὶ Ἀφροδισίῳ ἀμφοτέροις κωμάρχαις κώμης Καρανίδος χαίρειν. παρέλαβον παρʼ ὑμῶν εἰς ὑπηρεσίαν τῶν ἵππων ὑπὲρ τοῦ ἐνεστῶτος μηνὸς Θὼθ ῥαβδοῦχον ἕνα . Αὐρήλιος Παῦλος ὡς ἐτῶν …οὐλὴ πτέρνῃ ἀριστερᾷ. ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ὑπατίας Ἀννικίου Φαύστου καὶ Οὐιρίου Γάλλου, Θὼθ θ.