Ancient Greek
P.Mich. 9 550
Documentary Papyri, P.Mich. 9 550
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ξανδικοῦ κα Μεχεὶρ κα ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θατρῆς Ψεναμούνεως ὡς ἐτῶν τριάκοντα ἄσημος μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πακύσιος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴι ὑπὸ τὸ γόνυ ἀριστερὸν Πνεφερῶτι Σαταβοῦτος ὡς ἐτῶν τριάκοντα οὐλὴι πήχει ἀριστερῶι ὑπτίωι πεπρακέναι αὐτῶι Πνεφερῶτι τὸν ὑπάρχοντα αὐτῆι Θατρῆτι μύλον Θηβαικὸν σὺν τραπέζηι καὶ κώπηι τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχειν τὴν Θατρῆν παρὰ τοῦ Πνεφερῶτος τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼι παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσιν αὐτὴν Θατρῆν καὶ τοὺς παρʼ αὐτῆς τῶι Πνεφερῶτι καὶ τοῖς παρʼ αὐτοῦ πάσηι βεβαιώσει. ὑπογραφεὺς Ἥρων Σατύρου ὡς ἐτῶν κθ οὐλὴ μετώπῳ μέσῳ. Θατρῆς Ψεναμούνεως μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πακύσιος ὁμολογῶι πεπρακέναι τῶι Πνεφερῶτι Σαταβοῦτος τὸν ὑπάρχοντά μοι μύλον Θηβαικὸν σὺν τραπέζῃ καὶ κώπῃ τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχω τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼ διὰ χειρὸς ἐξ οἴκου. Ἥρων Σατύρου ἔγραψεν ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.