Ancient Greek
P.Mich. 9 552
Documentary Papyri, P.Mich. 9 552
Not analysed yet
Μύσθης Πτολεμαίου …ταρχου ἀπὸ τῆς πόλεως ἐπʼ ἀμφόδου Θρακῶν …ωνι… χαίρειν. ὁμολογῶι πεπρακέναι σοι τὸν ὑπάρχοντά μοι πῶλον ἄβωλον μελανὸν μυόχρουν τιμῆς ἀργυρίου δραχμῶν τεσσαράκοντα ὀκτὼι τοῦτον τοιοῦτον ἀναπόριφον. καὶ ἀπέσχον τὴν τιμὴν καὶ σὺ παρέλαβες τὸν πῶλον καὶ βεβαιόσω. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. Ἁθὺρ λ.