Ancient Greek
554.1 to 554.23
Documentary Papyri, P.Mich. 9 554.1-23
Not analysed yet
ιθ ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δαισίου ιθ Φαρμοῦθι ιθ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Γάιος Μινούκιος Ἀκύλας ὡς ἐτῶν …οὐλὴ μετώπωι καὶ αἱ τούτου ὁμοπάτριοι καὶ ὁμομήτριοι ἀδελφαὶ Μινουκία Γέμελλα ὡς ἐτῶν …οὐλή …δεξιᾷ καὶ Μινουκία Θερμουθάριον ὡς ἐτῶν εἴκοσι οὐλὴ ὑπὸ ἀντικνήμιον ποδὸς δεξιοῦ μετὰ κυρίων τῆς μὲν Μινουκίας Γεμέλλας Γαίου Σεμπρωνίου Πρείσκου ἀπολυσίμου ἀπὸ στρατείας ἐκ λεγιῶνος ὡς ἐτῶν πεντήκοντα …οὐλὴ ποδὶ ἀριστερῷ ὑπτίῳ, τῆς δὲ Μινουκίας Θερμουθαρίου Λουκίου Οὐιβίου Κρεισπίνου ἀπολυσίμου ἀπὸ στρατείας ἐκ λεγιῶνος ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ πήχει ἀριστερῷ διῃρῆσθαι πρὸς ἑαυτοὺς κατὰ τήνδε τὴν ὁμολογίαν ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα αὐτοῖς πατρικὰ καὶ μητρικά, ἅπερ ἐστὶν πατρικὰ μὲν περὶ Κερκεσοῦχα …ἰδιοκτήτου γῆς ἄρουραι ἓξ καὶ περὶ Ψεναρψενῆσιν ἐλαιῶνος νεοφύτου ἐν κατοικικῇ τάξει ἄρουρα μία καὶ περὶ Καρανίδα κλήρου κατοικικοῦ ἄρουραι δύο τέταρτον καὶ ἐπιβολῆς κώμης ἄρουρα μία ὄγδοον καὶ ἐν τῇ Καρανίδι οἰκίαι δύο καὶ θησαυρὸς καὶ ἀνὰ μέσον περιστερεών, μητρικὰ δὲ περὶ τὴν αὐτὴν κώμην Κερκεσοῦχα κλήρου κατοικικοῦ ἄρουραι τρεῖς καὶ ἐν τῇ Καρανίδι ἥμισυ μέρος οἰκίας· καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐκ συμφώνου διαιρέσεως ἐπανειρῆσθαι τὸν μὲν Γάιον Μινούκιον Ἀκύλαν εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος πάντων τῶν προκειμένων τὰς τῆς ἰδιοκτήτου γῆς ἀρούρας ἓξ περὶ Κερκεσοῦχα καὶ τὴν τοῦ ἐλαιῶνος ἄρουραν μίαν περὶ τὴν Ψεναρψενῆσιν καὶ ἐν κώμῃ Καρανίδι τῶν οἰκιῶν δύο τὴν ἐκ τοῦ πρὸς λίβα μέρους πρότερον Ἁρπαήσιος Λιμναίου οἰκίαν καὶ αὐλὴν καὶ τὸν προειρημένον ἀπὸ βορρᾶ θησαυρὸν καὶ τὸν περιστερεῶνα ὧν γείτονες νότου καὶ λιβὸς ῥῦμαι βασιλικαὶ βορρᾶ Πετεεῦτος τοῦ Πεθεῦτος οἰκία ἀπηλιώτου ἑτέρα οἰκία ἐπανειρημένη ὑπὸ τῆς Γεμέλλας καὶ Θερμουθαρίου καὶ ἐπανειρῆσθαι …Μινουκίαν Γέμελλαν καὶ Μινουκίαν Θερμουθάριον κοινῶς ἐξ ἴσου εἰς τὸ ἐπιβάλλον αὐταῖς πάντων τῶν προκειμένων μέρος τὸν περὶ τὴν Καρανίδα κλῆρον κατοικικὸν ἀρουρῶν δύο τετάρτου καὶ τὴν τῆς ἐπιβολῆς κώμης ἄρουραν μίαν ὄγδοον καὶ τὰς περὶ τὴν Κερκεσοῦχα κλήρου κατοικικοῦ ἀρούρας τρεῖς καὶ τὸ ἥμισυ μέρος τῆς οἰκίας ἐν τῇ κώμῃ Καρανίδι καὶ τὴν ἑτέραν ἐν τῇ αὐτῇ κώμῃ οἰκίαν καὶ αὐλήν ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους καὶ τὸν ἀπὸ βορρᾶ ἕτερον τόπον περιπεπλαστευομένον λεγόμενον θησαυρὸν καὶ τὸν …ἐν ᾧ ἐπανείρηται ὁ Ἀκύλας περιστερεῶνι οἶκον μονόστεγον ἐν ᾧ ἐστιν μύλος καὶ ὅλμος