Ancient Greek
P.Mich. 9 572
Documentary Papyri, P.Mich. 9 572
Not analysed yet
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι ε διὰ τῆς Διδύμου τοῦ Πτολεμαίου τραπέζης Πλατίας Γυμνασίου. Γάιος Ἰούλιος Ἀπολινάριος Ἡρανούβι Δημᾶτος τοῦ Ἀβύκιος ὡς ἐτῶν ξ οὐλὴ ὀφρύϊ ἀριστερᾷ ἱερεῖ Ἀνούβεως κώμης Καρανίδος ἀγραμμάτῳ ἔχειν αὐτὸν παρὰ τοῦ Γαίου ἀπὸ ἐκφορίων ὧν ἔσχε ὧν ἐγεώργει ἀρουρῶν πρότερον Πτολεμαίου καὶ Χαιρήμονος ἀμφοτέρων Σωκράτους ἃς τυγχάνει ὁ Γάιος ἐωνῆσθαι ἐκ προκηρύξεως ἐκ τοῦ δημοσίου πυροῦ ἀρτάβας εἴκοσι ἐννέα δίμοιρον ,οὗ καὶ τὴν ἀπόδοσιν ποιήσεται ἐν προθεσμίαις δυσί ,ἕως μὲν τῆς τριακάδος τοῦ ἐνεστῶτος μηνὸς τὸ ἥμισυ μέρος, ἕως δὲ τῆς τριακάδος τοῦ Ἁθὺρ μηνὸς τοῦ ἐνεστῶτος ἔτους τὰς λοιπὰς μέτρῳ δημοσίῳ ἀνυπερθέτως. ἐὰν δὲ μὴ ἀποδῶι τὸν σῖτον ἀποδώσει τὴν ἐπὶ τοῦ καιροῦ ἐσομένην πλείστην τιμήν.