Ancient Greek
1.75 to 1.110
Documentary Papyri, P.Mich. Aphrod. p. 1.75-110
Not analysed yet
δεκατέσσαρα χρυσοχοϊκῷ σταθμῷ καὶ σίτου ἀρτάβας εἴκοσι ὡς πολλάκις εἴρηται. καὶ προσεπὶ τούτοις πᾶσι καὶ ἐφʼ ἑκάστῳ τῶν προγεγραμμένων κεφαλαίων ἐπωμοσάμην τήν τε ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ καλλινίκου …δεσπότου τῆς οἰκουμένης Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἐμμένειν διηνεκῶς τῇ δυνάμει ταύτης τῆς διαλυτικῆς ὁμολογίας καὶ παντὶ μέρει αὐτῆς καὶ κεφαλαίῳ καὶ κατὰ μηδένα τρόπον παραβῆναι. εἰ δέ ποτε καιρῷ ἢ χρόνῳ τολμήσαιμι παραβῆναι πάντα τὰ διομολογηθέντα παρʼ ἐμοῦ ἐν ταύτῃ τῇ διαλυτικῇ ὁμολογίᾳ καὶ βουληθείην ὑπεναντίον τι χωρεῖν, ὁμολογῶ παρασχεῖν ὑμῖν λόγῳ προστίμου ἐπὶ μόνου τοῦ ἐπιχειρήματος τῆς παραβάσεως χρυσοῦ νομισμάτια εἰκοσιτέσσαρα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα πρὸς τῷ ὑποκεῖσθαί με τῷ τῆς ἐπιορκείας κινδύνῳ καὶ τοῖς ὡρισμένοις κατὰ νόμους ἐπιτιμίοις κατὰ τῶν παραβαίνειν ἐπιχειρούντων τὰς ἐνωμότους ἑαυτῶν συνθήκας, οὐδὲν δὲ ἧττον καὶ πρὸ τοῦ προστίμου καὶ μετὰ τὴν τοῦ προστίμου καταβολήν, εἴ ποτε πρὸς ἀπαίτησιν ἁρμόσοι, ἀρραγῆ καὶ ἀσάλευτον εἶναι ταύτην τὴν διαλυτικὴν ὁμολογίαν διὰ παντὸς ἥνπερ ὑμῖν ἐθέμην πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν ὑποθέμενος ὑμῖν εἰς ἅπαντα τὰ προγεγραμμένα καὶ εἰς τὴν τοῦ προστίμου ἀπαίτησιν, εἰ οὕτω τύχοι, πάντα τὰ νῦν ὄντα μοι καὶ ἐσόμενα πράγματα κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης· καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθεὶς παρʼ ὑμῶν ταῦθʼ οὕτως ἔχειν, δώσειν, ποιεῖν, φυλάττειν, ἐμμένειν, πληρώσειν, εἰς πέρας ἄγειν ὡμολόγησα. Αὐρήλιος Νικαντίνοος Ἰσιδώρου ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐσχηκὼς ἐκ πλήρους τὰ δόξαντα, τουτέστιν νομισμάτια ἑπτὰ καὶ σίτου ἀρτάβας εἴκοσι ,καὶ ὤμοσα τὸν θεῖον ὅρκον ἐπὶ τῷ προστίμῳ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται καὶ ὑπογράψας ἀπέλυσα. Αὐρήλιος Μουσῆς Ψαίου συντελεστὴς ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ ὁμολογίᾳ ἤτοι διαλύσει ἀκούσας παρὰ τοῦ θεμένου. Ἑρμαῶς Βόττου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλυτικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Σενούθης Ἀπολλῶτος ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλυτικῇ ὁμολογίᾳ ἀκούσας παρὰ τοῦ θεμένου.