Ancient Greek
P.Mich. Michael 28
Documentary Papyri, P.Mich. Michael 28
Not analysed yet
Νιννᾶς Σιλβανῶι τῶι τιμιωτάτῳ χαίρειν. ταύτην σοι ἔγραψα τὴν ἐπιστολὴν ἐπὶ τῷ ὅρμῳ. οὐδείς μοι τῶν σῶν παιδαρίων οὐδὲν δέδωκεν τῶν ἀνὰ χεῖρά σου ὑπὸ αὐτῶν ὀφειλομένων ἀλλὰ τρίτην μοι ἕστακαν. μάλιστα δὲ ὁ Εὐτυχῆς μετὰ καὶ ὕβρεως ἵνα αὐτῷ λαλήσω ὅτε ἐδίδου Τούρβωνι λαχάνου ἀρτάβας γ καὶ πυροῦ ἀρτάβας β καὶ Πιῆλτι πυροῦ ἀρτάβας ϛ. καὶ τὴν ἄμην αὐτοῦ Ἀπολλῶς καὶ Σαραπίων ἦρκε ὑπὲρ ὀφειλῆς. καὶ οὐδέν μοι ἀπεφήνατο εἰ μὴ λοιδορεῖος καὶ ἐντελλόμενός μοι. καὶ οὐδὲν τῶν ἐνετείλου αὐτοῖς ἔργων ἐποίησαν οὔτε ὑπέσχισαν, ἐπεὶ γὰρ ἀπὸ τοῦ νῦν τὰ ἐπιτήδεια ἔργα γίνεται ἃ καὶ ἐλθόντος σου ἐπόψῃ καὶ μαρτυρηθήσεταί σοι. ἤνεγκέ μοι Νεμεσᾶς ὑπὲρ παλαιοῦ λόγου σήμερον δραχμὰς τεσσαράκοντα καὶ λέγει, φροντιῶ τῶν λοιπῶν. γράψεις πῶς τοὺς φόρους σοι πέμψω, εἰ μὴ οὐ δύναμαι πέμψαι. οἶδα γὰρ ἐγὼ τί κεχείμασμαι. ἄσπασαι Κρισπίναν καὶ Διογέναν καὶ Σαβίναν καὶ Στρόγγυλον. ἀσπάζονταί σε οἱ ἐν οἴκῳ πάντες καὶ τὰ λοιπὰ τῆς γλυκελαίας πέπρακαν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. Τῦβι γ Ἑστίᾳ ἐλαίας μελαίνης Βουρίου ἀρτάβας β καὶ τῷ μικρῷ Μάνῳ γλυκελαίας ἀρτάβην α 𐅵Ἰουλίῳ Σιλβανῶι εἰς Διὸς πόλιν παρὰ Νιννᾶ