Ancient Greek
P.Mich. Michael 8
Documentary Papyri, P.Mich. Michael 8
Not analysed yet
Αἰλίωι Εὐδαίμονι στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Σερήνωι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου τῆς αὐτῆς μερίδος παρὰ Παπεῖτος ἀπάτορος μητρὸς Θαήσεως ἀπὸ κώμης Καρανίδος. οὓς ἀπεγραψάμην τῷ διεληλυθότι η ἔτει ἐπὶ τῆς αὐτῆς κώμης καμήλους τελείους τρεῖς ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς θ ἔτος ἐπὶ τῆς αὐτῆς κώμης …ἀπεγράφησαν παρὰ στρατηγῷ κάμηλοι γ, Μεχεὶρ ε. ἀπεγράφησαν παρὰ βασιλικῷ γραμματεῖ κάμηλοι γ, Μεχεὶρ ε. ἐξηριθμήθη συμφώνως. ἐξηριθμήθη συμφώνως.