Ancient Greek
P.Mich. Zen. 103
Documentary Papyri, P.Mich. Zen. 1 103
Not analysed yet
…τὸν Σαίτην. γίνωσκε οὖν ἡμᾶς συνέχοντας τὰς καμήλους ἐν τῆι Νεχθενίβιος διὰ τὸ μὴ δύνασθαι εἰς Ἑρμοῦ πόλιν καταγαγεῖν· ἀφέσεις τε γὰρ πλέονές εἰσι καὶ ὕδατα πανταχοῦ ἀφεῖται. ἔφη δὲ καὶ ὁ Μάκρων ἀπεσταλκέναι εἰς πόλιν ἀγγεῖα σ, ὧν τιμὴ δραχμαὶ Α, καὶ προσκατάξειν ἔτι ἄλλα σ. γράψον οὖν ἡμῖν τί συντάσσεις ποιεῖν. …χρητ…αριθμήσηται. γράφε δὲ καὶ σὺ πρὸς μὲ περὶ ὧν ἂν θέληις ὡς ἐμοῦ ἡδέως ἐπακουσομένου. ἔρρωσο. γείνωσκε δὲ καὶ τὸν Ἀσκληπιάδου ἄνθρακα οὐχ ὑπάρχον ἀλλὰ ἀγγεῖα λ, καὶ ταῦτα συνέχεται ὑπὸ τῶν οἷς ὤφειλεν ὁ Ἀσκληπιάδης, ὥστε ἡμᾶς μὴ δύνασθαι περὶ τούτων μηδὲν ποιεῖν. γράψον οὖν τῶι ἀρχιφυλακίτηι· ὄνομα δʼ αὐτῶι Ἁρμυῦσις. ελαιο… Ζήνωνι.